Перевод: с греческого на все языки

со всех языков на греческий

πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω

  • 1 λόγος

    λόγος (-ος, -ῳ, -ον; -οι, -ων, -οισι.) A
    1 reason τὸ καὶ νῦν φέρει λόγον (ἔχει λόγον. Σ.) I. 8.61 B word, etc.
    1 s.,
    a account, story, report ὑπὲρ τὸν ἀλαθῆ λόγον δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι beyond the true version O. 1.28

    ἐθελήσω ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον O. 7.21

    ἐν Μεγάροισίν τ' οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον O. 7.87

    ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον O. 9.35

    αἰεὶ δὲ τοιαύταν αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων P. 1.68

    σὲ ποτὶ πάντα λόγον ἐπαινεῖν P. 2.66

    πάντα λόγον θέμενος σπουδαῖον συγγενέσιν παρεκοινᾶθ P. 4.132

    πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἐρεχθέος ἀστῶν (v. l. ὁ λόγος) P. 7.9

    ἀρχαῖον ὀτρύνων λόγον, ὡς N. 1.34

    ἕπεται δὲ λόγῳ δίκας ἄωτος· ἐσλὸν αἰνεῖν avec mon dire s'accorde justice la plus stricte Puech. N. 3.29

    ἀπειρομάχας ἐών κε φανείη, λόγον ὁ μὴ συνιείς N. 4.31

    ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71

    οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι, ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν in the telling N. 4.94

    ψευστὰν δὲ ποιητὸν συνέπαξε λόγον, ὡς ἦρα N. 5.29

    κλεινὸς Αἰακοῦ λόγος, κλεινὰ δὲ καὶ ναυσικλυτὸς Αἴγινα I. 9.1

    μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀχρεῖον λόγον fr. 180. 1. and so, a report about oneself,

    εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ I. 5.13

    b = εὐλογία, praise cf. B. 2. b, infra. ὁπᾷ τε κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν (τὸν ὕμνον Σ.) O. 10.11

    ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.54

    ὃς τάνδε νᾶσον εὐκλέι προσέθηκε λόγῳ N. 3.68

    ἐγὼ δὲ πλέον' ἔλπομαι λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ Ὅμηρον N. 7.21

    τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λό-

    γον τεθνακότων N. 7.32

    καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν (τὸν ἐγκωμιαστικὸν λόγον. Σ.) I. 5.27
    c utterance, statement, precept

    ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις O. 2.22

    αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ τεκεῖν μή τιν O. 2.92

    οὐ ψεύδει τέγξω λόγον· διάπειρά τοι βροτῶν ἔλεγχος O. 4.18

    ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει P. 1.35

    τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω P. 9.94

    [cf. λόγῳ, B. 1. a, supra, N. 3.29]

    ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.6

    καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι (sc. Ἄργος).

    Ζεὺς ἐπ' Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον N. 10.11

    λόγον ἄνακτος Εὐξαντίου ἐπαίνεσα Pae. 4.35

    d prophecy

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    σὲ δἐν τούτῳ λόγῳ χρησμὸς ὤρθωσεν P. 4.59

    λόγον φέρεις, τὸν ὅνπερ ποτ' Ὀικλέος παῖς αἰνίξατο P. 8.38

    ἄγγελλε δὲ φοινικόπεζα λόγον παρθένος εὐμενὴς Ἑκάτα τὸν ἐθέλοντα γενέσθαι Pae. 2.77

    e converse, speaking

    δᾶμον Ὑπερβορέων πείσαις λόγῳ O. 3.16

    κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος fr. 180. 3. κυριωτερο[ λτ;εἰς σοφίας λόγον> (supp. Snell ex Aristide: as regards the utterance of wisdom) fr. 260. 7. as opposed to thought, ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισιλόγῳ κείμενον ἐν φάει, κρυφᾷ δὲ σκολιαῖς γένυσσιν ἀνδέροντι fr. 203. 2.
    f sentence

    δικάζει τις, ἐχθρᾷ λόγον φράσαις ἀνάγκᾳ O. 2.60

    h frag. ]

    λόγον τερπνῶν ἐπέων[ Pae. 14.34

    2 pl.,
    a words

    γνῶναί τ' ἔπειτ ἀρχαῖον ὄνειδος ἀλαθέσιν λόγοις εἰ φεύγομεν O. 6.90

    τελεύταθεν δὲ λόγων κορυφαὶ ἐν ἀλαθείᾳ πετοῖσαι of his request O. 7.68

    ἀγανοῖσι λόγοις ὧδ' ἀμείφθη P. 4.101

    εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων,

    ὀρθὰν ἐπίστᾳ P. 3.80

    ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστεP. 4.116

    μειλιχίοισι λόγοις P. 4.128

    μειλιχίοις τε λόγοις P. 4.240

    λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν Κρισαίαις ἐνὶ πτυχαῖς ἀπαγγελεῖ P. 6.16

    τοῖο δ' ὀργὰν κνίζον αἰπεινοὶ λόγοι N. 5.32

    ὄψον δὲ λόγοι φθονεροῖσιν N. 8.21

    καὶ τοιᾷδε κορυφᾷ σάμαινεν λόγων (λόγον Π̆{S}) Πα. 8A. 14. [ θανόντων δὲ καὶ λόγοι φίλοι προδόται ( λόγοι ut glossema del. Bergk) fr. 160.]
    b esp., words, expressions of praise

    ἐπίκουρον εὑρὼν ὁδὸν λόγων O. 1.110

    οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι O. 9.12

    μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται O. 11.5

    ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ P. 5.48

    παροιχομένων γὰρ ἀνέρων, ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν (Pauw: ἀοιδοὶ καὶ λόγιοι codd., Π.) N. 6.30

    θρασύ μοι τόδ' εἰπεῖν φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν N. 7.51

    ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις νίκαν N. 9.54

    ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών N. 11.17

    εἶα τειχίζωμεν ἤδη ποικίλον κόσμον αὐδάεντα λόγων fr. 194. 3.

    Lexicon to Pindar > λόγος

  • 2 μή

    μή neg.
    1 in principal cl.
    a c. pres. or aor. impv.

    μὴ κρύπτε κοινὸν σπέρμ O. 7.92

    μὴ βαλέτω O. 8.55

    μὴ νῦν λαλάγει τὰ τοιαῦτ O. 9.40

    μὴ παρίει καλά P. 1.86

    μὴ κάμνε λίαν δαπάναις P. 1.90

    μή, φίλα ψυχά, βίον ἀθάνατον σπεῦδε P. 3.61

    τῶ σε μὴ λαθέτω P. 5.23

    τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω P. 9.94

    μὴ μάτευε Ζεὺς γενέσθαι I. 5.14

    μὴ φθόνει κόμπον I. 5.24

    ὁ δ' ἀθανάτων μὴ θρασσέτω φθόνος I. 7.39

    μὴ νῦν νεκτα[ρ Παρθ. 2.. μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν fr. 127. 3. ὦ τάν, μή με κερτόμ[ει fr. 215. 4. μὴ σιγᾷ βρεχέσθω fr. 240. add. μήτε, in emphasis,

    μή νυν μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν μηδὲ τούσδ ὕμνους I. 2.43

    cf. P. 4.99
    b c. pres. or aor. opt., in wishes.

    μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων O. 6.97

    ὁ δ' ἐπαντέλλων χρόνος τοῦτο πράσσων μὴ κάμοι O. 8.29

    μή με λίποι καθαρὸν φέγγος P. 9.90

    μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν P. 10.20

    εἴη μή ποτέ μοι τοιοῦτον ἦθος N. 8.35

    μή μοι κραναὰ νεμεσάσαι Δᾶλος I. 1.3

    μή μοι μέγας ἕρπων κάμοι ἐξοπίσω χρόνος ἔμπεδος Pae. 2.26

    c c. aor. subj., in prohibitions.

    μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.24

    μὴ δολωθῇς P. 1.92

    ὤνασσ' Ἀλάθεια, μὴ πταίσῃς ἐμὰν σύνθεσιν fr. 205. 2.
    2 in subord. cl.,
    a c. inf.

    ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς, μή τινα λειπόμενον μένειν P. 4.185

    πέποιθα δὲ ξένον μή τιν' δαιδαλωσέμεν O. 1.103

    αὐδάσομαι ἐνόρκιον λόγον τεκεῖν μή τιν' πόλιν φίλοις ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    ἐκέλευσεν ὅρκον μέγαν μὴ παρφάμεν O. 7.66

    εὔχομαι μὴ θέμεν O. 8.86

    παραγορεῖτο μή ποτε ταξιοῦσθαι O. 9.77

    ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ' ὡσείτ ἀγῶνος βαλεῖν ἔξω P. 1.44

    ταύτας δὲ μή ποτε τιμᾶς ἀμείρειν γονέων βίον P. 6.26

    ἀπομνύω μὴ τέρμα προβαὶς ἄκονθ' ὥτε χαλκοπάρᾳον ὄρσαι θοὰν γλῶσσαν N. 7.71

    ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον τῶν ἀρειόνων ἐρώ-

    των ἐπικρατεῖν δύνασθαι N. 8.4

    ἔστι δὲ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.7

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων N. 10.40

    χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις I. 1.44

    ἀλλοτρίοισιν μὴ προφαίνειν fr. 42. 1.

    ὤμοσε γὰρ θεὸς μή μιν εὔφρον' ἐς οἶκον μήτ ἐπὶ γῆρας ἱξέμεν βίου Pae. 6.115

    [ἐγγυάσομαι μή μιν μηδ ἀφίξεσθαι (codd.: μὴ μὲν Hartung: ὔμμιν de Jongh e Σ.) O. 11.17] with litotes,

    ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρὸν δυσπαλές O. 8.24

    ἔστι δ' ἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι N. 2.12

    add. art.,

    ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν O. 8.60

    cf. N. 5.14
    b in protasis of conditional sentence.

    εἰ δὲ μὴ ταχὺ λίποι O. 1.108

    εἰ μὴ στάσις σ' ἄμερσε O. 12.16

    εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274

    εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ P. 8.73

    εἰ μὴ φύλασσεν Ἀπόλλων Pae. 6.91

    c in final cl.,
    I

    ὡς... κελεύθοις ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω N. 8.37

    II

    ὅπως... ἐν φρασὶ πάξαιθ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω μόλοι N. 3.62

    III

    ὄφρα... ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν P. 5.62

    IV where the conjunction is omitted c. opt.

    ἔνεικεν Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν O. 9.60

    ὁμοῖα, Κρόνιδαι μάκαρες, διδοῖτ' μὴ φθινοπωρὶς ἀνέμων χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον P. 5.120

    c. subj. “λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν” (W. Schulze: -στήσης, -στήσῃ codd., Σ.) P. 4.155

    εἰμὶ δ' ἄσχολος ἀναθέμεν πᾶσαν μακραγορίαν μὴ κόρος ἐλθὼν κνίσῃ P. 8.32

    d in rel. cl.
    I c. ind.

    ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται P. 1.13

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει, μηδὲ P. 9.87

    ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται fr. 123. 4.
    II c. subj. ἀμνάμονες δὲ βροτοί, ὅ τι μὴ σοφίας

    ἄωτον ἄκρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν I. 7.18

    ἀλλ' ᾧτινι μὴ λιπότεκνος σφάλῃ πάμπαν οἶκος Παρθ. 1. 16.
    3 c. part., adj.
    b where the phrase is equivalent to a general rel. cl., cf. 2d supra. τὸ δὲ μὴ Δὶ φίλτερον σιγῷμι πάμπαν fr. 81 ad

    Δ. 2. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς N. 4.31

    c αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον ( and which was perhaps unjustly undertaken: “μή... ut ad... subiectivum quod dicunt iudicium suum rem revocaret”, Boeckh) N. 5.14
    4 fragg. ]μή μο[ι Πα. 7B. 7. ] μὴ φ[ P. Oxy. 1792, fr. 8.

    Lexicon to Pindar > μή

  • 3 εἰ

    εἰ ( κεἴ fr. 4; repeated P. 9.93; followed by different moods P. 4.264f.; by different tenses N. 11.13f.; for εἴ τις also v. τις.) A conditional.
    1 c. pres. ind.
    a impv. in apodosis.

    εἰ δ' ἄεθλα γαρύεν ἔλδεαι, φίλον ἧτορ, μηκέτ ἀελίου σκόπει ἄλλο θαλπνότερον O. 1.3

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος ΟἰνομάουO. 1.75

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει, μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.23

    εἰ δέ τοι μάτρῳ μἔτι Καλλικλεῖ κελεύεις στάλαν θέμεν, ἐμὰν γλῶσσαν εὑρέτω κελαδῆτιν N. 4.79

    εἰ δὲ Θεμίστιον ἵκεις ὥστ' ἀείδειν, μηκέτι ῥίγει N. 5.50

    b pres. ind. in apodosis. (cf. A. 1. h. infra.)

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λτ;τιγτ; λαθέμεν ἔρδων, ἁμαρτάνει O. 1.64

    εἰ δ' ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ Θήρων ἅπτεται Ἥρακλέος σταλᾶν ( νῦν γε v. l.: εἰ has comparative force, just as) O. 3.42

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει, παλαιμονεῖ κενεά P. 2.58

    εἰ δὲ ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων P. 3.80

    εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ P. 3.103

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλει” with temporal force P. 4.145 διδοῖ (sc. ἡ δρῦς) ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον ἢ μόχθον ἀμφέπει ( ἀμφέπῃ coni. Heyne: εἰ has temporal force) P. 4.266εἰ μὲν αὐτὸς Οὔλυμπον θέλεις λτ;ναίεινγτ;, ἔστι σοι τούτων λάχοςN. 10.83

    εἰ δ' ἀρετᾷ κατάκειται, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις I. 1.41

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, ἄλλοισι δ' ἐμπίπτων γελᾷ, ψυχὰν Ἀίδα τελέων οὐ φράζεται δόξας ἄνευθεν I. 1.67

    εἰ δέ τις ἀρκέων φίλοις ἐχθροισι τραχὺς ὑπαντιάζει, μόχθος ἡσυχίαν φέρει Pae. 2.31

    c fut. ind. in apodosis, where εἰ has causal force.

    ἀγγελίαν πέμψω ταύταν, εἰ Χαρίτων νέμομαι κᾶπον O. 9.26

    εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, ἐρέωP. 9.50
    d opt. c. κε in apodosis, i. e. potential.

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε N. 7.86

    εἰ δὲ κασιγνήτου πέρι μάρνασαι, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών N. 10.85

    e impf. ind. in apodosis.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    f pres. ind. understood in apodosis.

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι I. 3.1

    τὰ μακρὰ δ' εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν I. 7.43

    g apodosis omitted.

    εἰ δὲ τις οἶδεν τὸ μέλλον, ὅτι O. 2.56

    h pres. ind. understood in protasis.
    a ind. pres. in apodosis.

    ἄνεται πάντα βροτοῖς, εἴ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα ἀναβάλλομαι N. 9.28

    II impf. ind. c. κε in apodosis. ἤθελον Χίρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθ' κοινὸν εὔξασθαι ἔπος, ζώειν where the subordinate clause is parenthetic P. 3.2
    III impv. in apodosis. οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω i. e. whether — or P. 9.93
    2 c. fut. ind., imperative in apodosis.

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τ' ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, θνατὰ μεμνάσθω περιστέλλων μέλη N. 11.13

    cf. E infra O. 7.1
    3 c. impf. ind.
    a pres. ind. in apodosis.

    εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται N. 7.74

    b κεν c. aor. ind. in apodosis.

    εἰ δὲ σώφρων ἄντρον ἔναἰ ἔτι Χίρων καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν, ἰατῆρά τοί κέν μιν πίθον παρασχεῖν P. 3.63

    εἰ δ' ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων θαμά κε, τῷδε μέλει κλιθείς, ὕμνον κελάδησε καλλίνικον N. 4.13

    εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πρὸ πόνων δέ κε μεγάλων Δαρδανίαν ἔπραθεν, εἰ μὴ φύλασσεν Ἀπόλλων Pae. 6.91

    4 c. aor. ind.
    a impv. in apodosis. φόρμιγγα λάμβαν, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν (with causal force) O. 1.18 εἰ δ' ἐγὼ ἀνέδραμον ὕμνῳ, μὴ βαλέτω με φθόνος concessive Schr. O. 8.54 v. also A. 2 supra, N. 11.13
    b pres. ind., expressed or understood, in apodosis. εἰ δ' ἐτύμως μάτρωες ἄνδρες ἐδώρησαν Ἑρμᾶν εὐσεβέως, κεῖνος κραίνει σέθεν εὐτυχίαν (with causal force) O. 6.77 Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν φωνὰν ὑπάργυρον, ἄλλοτ' ἄλλᾳ ταρασσέμεν with causal force P. 11.41 εἰ δ' ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφανέος, οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὕπερ Ἡρακλέος περᾶν εὐμαρές ( concessive Schr.) N. 3.19 νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν (concessive, cf. O. 8.54) N. 7.75εἴ ποτ' ἐμᾶν, ὦ Ζεῦ πάτερ, θυμῷ θέλων ἀρᾶν ἄκουσας, νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις λίσσομαι” (cf. O. 1.75) I. 6.42
    c impf. ind. in apodosis.

    εἰ τιν' ἄνδρα ἐτίμασαν, ἦν Τάνταλος οὗτος O. 1.54

    d aor. ind. c. ἄν, κε in apodosis.

    τεά κεν ἀκλεὴς τιμὰ κατεφυλλορόησεν ποδῶν, εἰ μὴ στάσις σ' ἄμερσε πάτρας O. 12.16

    εἰ κατέβαν, ἐξικόμαν κε P. 3.73

    εἰ γὰρ οἴκοι νιν βάλε, τετράτων παίδων κ' ἐπιγεινομένων αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43
    e apodosis dub. εἴ τις (codd.: τίς Homan, εἰ expungens) — αἰνὰν ὕβριν ἀπέφυγεν, μέλανος ἂν ἐσχατιὰν καλλίονα θανάτου λτ;στείχοι> (coni. Wil.: μέλανος δ' ἂν ἐσχατιὰν καλλίονα θάνατον ἐν codd.: θάνατόν γἔσχε Boeckh: locus conclamatus, v. van Groningen, Mnem., 1947, 233) P. 11.55
    5 c. pres. subj., pres. ind. in apodosis. [ αἰσχύνῃ (codd.: αἰσχύνοι Mosch. v. A. 10 infra) P. 4.264] [ ἀμφέπει (codd.: ἀμφέπῃ Heyne v. A. 1. b supra) P. 4.266] δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ (v. 1. ἀκούσῃ: sic distinxit Hartung, post ὄλβῳ, edd. vulgo. The condition is strictly illogical, and εἰ ἀκούῃ stands in explanatory apposition to δύο μοῦνα) I. 5.13
    6 c. aor. subj.
    a pres. or pf.-pres. in apodosis.

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    [ ἐξερείψῃ ( κεν) (coni. Boeckh, Bergk: ἐξερείψαι κε codd.: ἐξερείψειεν Thiersch) P. 4.264] διδοῖ ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον ἢ μόχθον ἀμφέπει (codd.: ἀμφέπῃ Heyne) P. 4.266

    δυσπαλὲς δὴ γίνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274

    ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς ( εἰ ἀοιδαῖς stands in explanatory apposition to ἑνὶ σὺν τρόπῳ) N. 7.15 εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσω-

    θεν N. 9.46

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι ( εἰ τι stand in explanatory apposition to τοῦτο) I. 4.41 [ ἀκούσῃ (v. 1. ἀκούῃ. cf. A. 5 supra) I. 5.13] εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ἀτληκηκοτας προστύχῃ, ταύταν σκότει κρύπτειν ἔοικεν fr. 42. 5.
    b aor. ind. in apodosis.

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε N. 7.11

    7 c. pres. opt. a. pres. ind. expressed or understood in apodosis.

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται O. 11.4

    εἰ γάρ τις ἐξερείψειεν (Thiersch: ἐξερείψαι κε codd.) —, αἰσχύνοι δὲ (Mosch.: αἰσχύνῃ codd.) —, —

    διδοῖ ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    οὐ γάρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    b κεν c. opt. in apododis.

    εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ O. 6.4

    εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι, ἐν τίν κ ἐθέλοι N. 7.89

    c fut. ind. in apodosis.

    εἰ δὲ δαίμων γενέθλιος ἕρποι, Δὶ τοῦτ' ἐκδώσομεν πράσσειν O. 13.105

    8 c. aor. opt., pres. ind. in apodosis.

    εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι κλείζειν O. 1.108

    καιρὸν εἰ φθέγξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων P. 1.81

    εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, ἐλπίδ' ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω P. 3.110

    ἐξερείψειεν (Thiersch: ἐξερείψαι κε codd. v. A. 10. infra) P. 4.263

    πάντ' ἔχεις, εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν I. 5.15

    9 c. pf. ind.
    a pres. ind. in apodosis.

    εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ P. 8.73

    b pres. opt. in apodosis.

    εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι αὐτόθεν ἅλμαθ ὑποσκάπτοι τις N. 5.19

    c impv. in apodosis.

    εἰ δὲ τέτραπται, μὴ φθόνει κόμπον I. 5.22

    [
    10 dub. c. κε and opt., ind. in apodosis. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψαι κεν (codd.: ἐξερείψειεν Thiersch: ἐξερείψῃ μὲν Hermann) —, αἰσχύνοι δὲ (Mosch.: αἰσχύνῃ codd.) —, — διδοῖ ψᾶφον περ' αὐτᾶς (κε is held to be highly improbable) P. 4.264]
    12 εἴ τις, with following verb suppressed. λάγεταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος above all men P. 3.86 cf. O. 1.54 B εἰ καί, concessive. εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος, ἄνιππός εἰμι Πα. 4. 25, cf. εἰ concessive O. 8.54, N. 3.20, N. 7.75 C introducing indirect question, c. ind.

    γνῶναί τ' ἔπειτ, ἀρχαῖον ὄνειδος εἰ φεύγομεν, Βοιωτίαν ὗν O. 6.90

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον O. 8.4

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι N. 7.69

    D εἰ γάρ, introducing a wish, c. opt.; cf. conditional

    εἰ γάρ P. 4.43

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ γέρας τό περ νῦν N. 7.98

    E ὡς εἰ, in temporal comparisons; v. also

    ὡσείτε. φιάλαν ὡς εἴ τις δωρήσεται νεανίᾳ γαμβρῷ, καὶ ἐγὼ νέκταρ χυτὸν πέμπων ἱλάσκομαι O. 7.1

    F frag. ] εἰ δέ μοι[ fr. 60. a. 3. ὡς εἴ τε v. ὡσείτε. εἴ περ v. εἴπερ.

    Lexicon to Pindar > εἰ

  • 4 ξυνός

    ξῡνός (-όν; -ᾶς, -ᾶν, -αῖσι, -αῖς; -ῷ, -όν, -ά acc.) cf. κοινός.
    a common, shared, mutual adj.,
    a public, in which all may share ξυναῖσι δ' ἀμφ ἀρεταῖς τέταμαι (v. van Groningen, Comp. Litt., 362̆{3}) P. 11.54

    ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ' ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν I. 1.46

    παναγυρίων ξυνᾶν I. 4.28

    ἀρχὰν σκολίου ξυνάορον ξυναῖς γυναιξίν common women, prostitutes fr. 122. 15. add. dat., αἴτει φύτευμα ξυνὸν ἀνθρώποις for men in common O. 3.18
    b pro subs., ἐν ξυνῷ. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν κέντρον (sc. ὄχημ' ἀοιδᾶν: “in communi conventu,” Boeckh: “dans l' assemblée des convives,” van Groningen) fr. 124. 2. τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω (“publico certe bono bene gestam rem,” Boeckh: “au sein de la communauté des citoyens,” van Groningen) P. 9.94
    c n. acc. pl., pro adv., in common, together φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτας (Hermann: συναλέγειν codd.: loc. susp.) I. 8.46

    Lexicon to Pindar > ξυνός

  • 5 βλάπτω

    1 harm, hurt met. τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω violating P. 9.94

    σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον ἔμαθον οὐδ' ὑπὸ κέρδει βλάβεν N. 7.18

    Lexicon to Pindar > βλάπτω

  • 6 κρύπτω

    κρύπτω (κρύπτε, -έτω; -ειν: aor. κρύψεν), (κρυψαν; κρύψαι: med. pf. κε̆κρυπται: pass. κε̆κρύφθαι: plupf. κέκρυπτο.)
    a conceal

    κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις O. 6.31

    μὴ κρύπτε κοινὸν σπέρμ' ἀπὸ Καλλιάνακτος keep in obscurity O. 7.92

    ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος O. 13.13

    τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω P. 9.94

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων lower my gaze N. 10.40 ταύταν (sc. κακότατα) σκότει κρύπτειν ἔοικεν fr. 42. 6. τότε χρύσεαι ἀέρος ἔκρυψαν κόμαι ἐπιχώριον κατάσκιον νῶτον ὑμέτερον concealed in shadow of Aigina, the nymph and island Pae. 6.138 med., ὁ δὲ μηδὲν ἔχων ὑπὸ σιγᾷ μελαίνᾳ κάρα κέκρυπται Παρθ. 1. 10. pass., ἀλλ' ἔν/ κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ' ἐν ἀπειρίτῳ (sc. Ἴαμος: ἐγκέ- κρυπτο, -ετο codd., corr. Boeckh. Snell) O. 6.54

    φαντὶ δ' ἐν βένθεσιν νᾶσον κεκρύφθαι O. 7.57

    b bury

    τὸν κρύψαν ἔνερθ' ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος σάματι P. 9.81

    ὁ δ' Ἀμφιαρεῖ σχίσσεν κεραυνῷ παμβίᾳ Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ ἅμ ἵπποις N. 9.25

    ἀλλά μιν Κρόνου παῖ[δες] κεραυνῷ χθόν' ἀνοιξάμενοι ἔκρυψαν τὸ πάντων ἔργων ἱερώτ[ατον] Pae. 8.74

    Lexicon to Pindar > κρύπτω

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»